philippus
Ἀδριακοῖο κύτους λαιμὸς τὸ πάλαι μελίγηρυς,
ἡνίκ᾽ ἐγαστροφόρουν Βακχιακὰς χάριτας,
νῦν κλασθεὶς κεῖμαι νεοθηλέι καρτερὸν ἕρκος
κλήματι, πρὸς τρυφερὴν τεινομένῳ καλύβην.
αἰεί τοι Βρομίῳ λατρεύομεν: ἢ γεραὸν γὰρ
φρουροῦμεν πιστῶς, ἢ νέον ἐκτρέφομεν.