apollonides
ἀγγελίης ἤκουσεν ἀνωΐστου Μελίτεια,
υἱέα σὺν φόρτῳ κύματι κρυπτόμενον: [p. 120]
ἠιόσιν δ᾽ ἐπικέλσαν ἁλίκλυστον δέμας ἄλλου
δύσμορος οἰκείης σύμβολον εἶδε τύχης,
υἱέα δ᾽ ὣς ἔστειλε. Δίων δ᾽ ἐπὶ νηὸς ἀθραύστου
ἤλυθεν εὐκταίης σῶος ἀπ᾽ ἐμπορίης.
μητέρες ὡς ἀνίσου μοίρης λάχον ἡ μὲν ἄελπτον
ζωὸν ἔχει, κείνη δ᾽ ὄψεται οὐδὲ νέκυν.