diodorus zonas
αἰ δ᾽ ἄγετε ξουθαὶ σιμβληίδες ἄκρα μέλισσαι
φέρβεσθ᾽ ἠὲ θύμων ῥικνὰ περικνίδια,
ἢ πετάλας μάκωνος, ἢ ἀσταφιδίτιδα ῥῶγα,
ἢ ἴον, ἢ μάλων χνοῦν ἐπικαρπίδιον:
πάντα περικνίξασθε, καὶ ἄγγεα κηρώσασθε,
ὄφρα μελισσοσόος Πὰν ἐπικυψέλιος
γεύσηται τὸ μὲν αὐτός, ὁ δὲ βλιστηρίδι χειρὶ
καπνώσας βαιὴν κὔμμι λίπῃ μερίδα.