agathias scholasticus
μή με τὸν Αἰάντειον ἀνοχμάσσειας, ὁδῖτα,
πέτρον, ἀκοντιστὴν στήθεος Ἑκτορέου.
εἰμὶ μέλας τρηχύς τε: σὺ δ᾽ εἴρεο θεῖον ὅμηρον,
πῶς τὸν Πριαμίδην ἐξεκύλισα πέδῳ.
νῦν δὲ μόλις βαιόν με παροχλίζουσιν ἀρούρης
ἄνθρωποι, γενεῆς αἴσχεα λευγαλέης.
ἀλλὰ μέ τις κρύψειεν ὑπὸ χθονός: αἰδέομαι γὰρ
παίγνιον οὐτιδανοῖς ἀνδράσι γινόμενος.