marinus
καὶ τόδε σῆς ζαθέης κεφαλῆς περιώσιον ἔργον,
Πρόκλε μάκαρ, πάντων βρέτας ἔμπνοον ὅττι Μαρῖνον
ἀθανάτων, μερόπεσσι βοηθόον εὐσεβέεσσιν,
ἀντὶ τεῆς ἱερῆς κεφαλῆς ψυχοσσόον ἄλκαρ
κάλλιπες, ὃς βιοτὴν θεοτερπέα σεῖο λιγαίνων
γράψε τάδ᾽ ἐσσομένοις μνημήια σῶν ἀρετάων.