anonymi epigrammatici
ἔλθετε πρὸς τέμενος ταυρώπιδος ἀγλαὸν Ἥρης,
Λεσβίδες, ἁβρὰ ποδῶν βήμαθ᾽ ἑλισσόμεναι,
ἔνθα καλὸν στήσασθε θεῇ χορὸν ὔμμι δ᾽ ἀπάρξει
Σαπφὼ χρυσείην χερσὶν ἔχουσα λύρην,
ὄλβιαι ὀρχηθμοῦ πολυγηθέος: ἦ γλυκὺν ὕμνον
εἰσαΐειν αὐτῆς δόξετε Καλλιόπης.