palladas
καὶ σὺ Τύχη λοιπὸν μεταβαλλομένη καταπαίζου,
μηδὲ τύχης τῆς σῆς ὕστατα φεισαμένη: [p. 96]
ἣ πρὶν νηὸν ἔχουσα, καπηλεύεις μετὰ γῆρας,
θερμοδότις μερόπων νῦν ἀναφαινομένη.
νῦν ὁσίως στένε καὶ σὺ τεὸν πάθος, ἄστατε δαῖμον,
τὴν σήν, ὡς μερόπων, νῦν μετάγουσα τύχην.