antiphilus
ὡς πάρος Ἀελίου, νῦν Καίσαρος ἁ Ῥόδος εἰμὶ
νᾶσος, ἴσον δ᾽ αὐχῶ φέγγος ἀπ᾽ ἀμφοτέρων.
ἤδη σβεννυμέναν με νέα κατεφώτισεν ἀκτίς,
Ἅλιε, καὶ παρὰ σὸν φέγγος ἔλαμψε Νέρων.
πῶς εἴπω τίνι μᾶλλον ὀφείλομαι; ὃς μὲν ἔδειξεν
ἐξ ἁλός, ὃς δ᾽ ἤδη ῥύσατο δυομέναν. [p. 94]