palladas
Καλλίμαχον πωλῶ καὶ Πίνδαρον, ἠδὲ καὶ αὐτὰς
πτώσεις γραμματικῆς, πτῶσιν ἔχων πενίης. [p. 92]
Δωρόθεος γὰρ ἐμὴν τροφίμην σύνταξιν ἔλυσε,
πρεσβείην κατ᾽ ἐμοῦ τὴν ἀσεβῆ τελέσας.
ἀλλὰ σύ μου πρόστηθι, Θέων φίλε, μηδὲ μ᾽ ἐάσῃς
συνδέσμῳ πενίης τὸν βίον ἐξανύσαι.