palladas
ἐνθάδε παιδεύουσιν ὅσοις κεχόλωτο Σάραπις,
τοῖσιν ἀπ᾽ οὐλομένης μήνιδος ἀρχομένοις:
ἔνθα τροφὸς κατὰ μῆνα φέρει μισθὸν μετ᾽ ἀνάγκης,
βύβλῳ καὶ χάρτῃ δησαμένη πενίην
ὡς δὲ κάπνισμα τιθεῖ παρὰ τὸν θρόνον, ὡς παρὰ τύμβον,
τὸν μικρὸν χάρτην, τὸν παραριπτόμενον.
κλέπτει δ᾽ ἐξ ὀλίγου μισθοῦ, καὶ χαλκὸν ἀμείβει,
καὶ μόλιβον μίσγει, καὶ τὸ ἔθος δέχεται.
εἰ δέ τις εἰς ἐνιαυτὸν ἄγοι χρυσοῖο νόμισμα,
ἑνδεκάτῳ μηνί, πρὶν προφέρειν, μετέβη,
ἀγνώμων τε φανείς, καὶ τὸν πρότερον διασύρας
γραμματικὸν στερέσας μισθὸν ὅλου ἔτεος.