germanicus caesar
οὔρεος ἐξ ὑπάτοιο λαγὼς πέσεν ἔς ποτε βένθος,
ἐκπροφυγεῖν μεμαὼς τρηχὺν ὀδόντα κυνός:
ἀλλ᾽ οὐδ᾽ ὣς ἤλυξε κακὸν μόρον αὐτίκα γάρ μιν
εἰνάλιος μάρψας πνεύματος ὠρφάνισεν.
ἐκ πυρός, ὡς αἶνος, πέσες ἐς φλόγα: ἦ ῥά σε δαίμων
κἠν ἁλὶ κἠν χέρσῳ θρέψε κύνεσσι βοράν.