palladas
πᾶσαν Ὅμηρος ἔδειξε κακὴν σφαλερήν τε γυναῖκα,
σώφρονα καὶ πόρνην, ἀμφοτέρας ὄλεθρον.
ἐκ γὰρ τῆς Ἑλένης μοιχευσαμένης φόνος ἀνδρῶν,
καὶ διὰ σωφροσύνην Πηνελόπης θάνατοι.
Ἰλιὰς οὖν τὸ πόνημα μιᾶς χάριν ἐστὶ γυναικός:
αὐτὰρ Ὀδυσσείῃ Πηνελόπη πρόφασις.