anonymi epigrammatici
κρανίον ἐν τριόδοισι κατοιχομένου τις ἐσαθρῶν
εἰκόνα τὴν κοινὴν οὐκ ἐδάκρυσε βίου:
δεξιτερὴν δ᾽ ἔρριψεν ἐπὶ χθόνα, καὶ λίθον ἧκεν,
κωφὸν μὲν δοκέοντ᾽ , ἀλλὰ πνέοντα δίκης.
ὀστέον ὡς γὰρ ἔπληξεν, ἀφήλατο, καὶ τὸν ἀφέντα
πήρωσεν, γλυκεροῦ βλέμματος ὀρφανίσας.
καὶ πάλιν εἰς ἀίδην ἐκολάζετο, τὴν ἰδίην δὲ
ἔκλαυσεν χειρῶν εὔστοχον ἀφροσύνην. [p. 84]