agathias scholasticus
εἰ μὲν ἀπὸ Σπάρτης τις ἔφυς, ξένε, μή με γελάσσῃς:
οὐ γὰρ ἐμοὶ μούνῃ ταῦτα τέλεσσε Τύχη.
εἰ δέ τις ἐξ Ἀσίης, μὴ πένθεε: Δαρδανικοῖς γὰρ
σκήπτροις Αἰνεαδῶν πᾶσα νένευκε πόλις.
εἰ δὲ θεῶν τεμένη καὶ τείχεα καὶ ναετῆρας
ζηλήμων δηίων ἐξεκένωσεν ἄρης,
εἰμὶ πάλιν βασίλεια. σὺ δ᾽, ὦ τέκος, ἄτρομε Ῥώμη,
βάλλε καθ᾽ Ἑλλήνων σῆς ζυγόδεσμα δίκης.