agathias scholasticus
ὦ πόλι, πῆ σέο κεῖνα τὰ τείχεα, πῆ πολύολβοι
νηοί; πῆ δὲ βοῶν κράατα τεμνομένων;
πῆ Παφίης ἀλάβαστρα, καὶ ἡ πάγχρυσος ἐφεστρίς;
πῆ δὲ Τριτογενοῦς δείκελον ἐνδαπίης;
πάντα μόθος χρονίη τε χύσις καὶ Μοῖρα κραταιὴ
ἥρπασεν, ἀλλοίην ἀμφιβαλοῦσα τύχην.
καί σε τόσον νίκησε βαρὺς φθόνος: ἀλλ᾽ ἄρα μοῦνον
οὔνομα σὸν κρύψαι καὶ κλέος οὐ δύναται. [p. 80]