antipater
εἶχεν Ἀριστείδης ὁ βοκέρριος οὐκ ἀπὸ πολλῶν
πολλά, μιῆς δ᾽ ὄιος καὶ βοὸς εὐπορίην.
ἀλλὰ γὰρ οὐδ᾽ ὁ πένης ἔφυγε φθόνον ἤματι δ᾽ αὐτῷ
θῆρες ὄιν, τὴν βοῦν δ᾽ ὤλεσε δυστοκίη.
μισήσας δ᾽ ἀβληχὲς ἐπαύλιον, ἅμματι πήρης
ἐκ ταύτης βιοτὴν ἀχράδος ἐκρέμασεν.