antipater
λιτός τοι δόμος οὗτος ῾ ἐπεὶ παρὰ κύματι πηγῷ
ἵδρυμαι νοτερῆς δεσπότις ἠιόνοσ᾽,
ἀλλὰ φίλος: πόντῳ γὰρ ἐπὶ πλατὺ δειμαίνοντι
χαίρω, καὶ ναύταις εἰς ἐμὲ σῳζομένοις.
ἱλάσκευ τὴν Κύπριν ἐγὼ δέ σοι ἢ ἐν ἔρωτι
οὔριος, ἢ χαροπῷ πνεύσομαι ἐν πελάγει.