antiphilus
ἄμφω μὲν πηροὶ καὶ ἀλήμονες, ἀλλ᾽ ὁ μὲν ὄψεις,
ὃς δὲ βάσεις: ἄλλου δ᾽ ἄλλος ὑπηρεσίη:
τυφλὸς γὰρ χωλοῖο κατωμάδιον βάρος αἴρων
ἀτραπὸν ὀθνείοις ὄμμασιν ἀκροβάτει.
ἡ μία δ᾽ ἀμφοτέροις ἤρκει φύσις: ἐν γὰρ ἑκάστῳ
τοὐλλιπὲς ἀλλήλοις εἰς ὅλον ἠράνισαν.