anonymi epigrammatici
θαρσαλέοι Κελτοὶ ποταμῷ ζηλήμονι Ῥήνῳ
τέκνα ταλαντεύουσι, καὶ οὐ πάρος εἰσὶ τοκῆες,
πρὶν πάιν ἀθρήσωσι λελουμένον ὕδατι σεμνῷ.
αἶψα γὰρ ἡνίκα μητρὸς ὀλισθήσας διὰ κόλπων
νηπίαχος πρῶτον προχέει δάκρυ, τὸν μὲν ἀείρας
αὐτὸς ἐπ᾽ ἀσπίδι θῆκεν ἑὸν πάιν, οὐδ᾽ ἀλεγίζει,
οὔπω γὰρ γενέταο φέρει νοῦν, πρὶν γ᾽ ἐπαθρήσῃ [p. 66]
κεκριμένον λουτροῖσιν ἐλεγξιγάμου ποταμοῖο:
ἡ δὲ μετ᾽ εἰλείθυιαν ἐπ᾽ ἄλγεσιν ἄλγος ἔχουσα
μήτηρ, εἰ καὶ παιδὸς ἀληθέα οἶδε τοκῆα,
ἐκδέχεται τρομέουσα, τί μήσεται ἄστατον ὕδωρ.