antipater
Πούλυπος εἰναλίῃ ποτ᾽ ἐπὶ προβλῆτι τανυσθεὶς
ἠελίῳ ψύχειν πολλὸν ἀνῆκε πέδα:
οὔπω δ᾽ ἦν πέτρῃ ἴκελος χρόα, τοὔνεκα καί μιν
αἰετὸς ἐκ νεφέων ὀξὺς ἔμαρψεν ἰδών
πλοχμοῖς δ᾽ εἰλιχθεὶς πέσεν εἰς ἅλα δύσμορος: ἦ ῥα
ἄμφω καὶ θήρης ἤμβροτε καὶ βιότου.