alpheus
Ἄργος, Ὁμηρικὲ μῦθε, καὶ Ἑλλάδος ἱερὸν οὖδας,
καὶ χρυσέη τὸ πάλαι Περσέος ἀκρόπολι,
ἐσβέσαθ᾽ ἡρώων κείνων κλέος, οἵ ποτε Τροίης
ἤρειψαν κατὰ γῆς θειόδομον στέφανον.
ἀλλ᾽ ἡ μὲν κρείσσων ἐστὶν πόλις: αἱ δὲ πεσοῦσαι
δείκνυσθ᾽ εὐμύκων αὔλια βουκολίων. [p. 56]