diotimus
† Αἰνόμενοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼ
καὶ Κληνώ, δίδυμοι παῖδες Ἐπικράτεος
Κληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δ᾽ Ἀναξὼ
ἐν ζωῇ προπολεῦς1᾽ ἐννέα δ᾽ ἠελίων [p. 390]
ὀγδωκονταέτεις ἔτι λειπόμεθ᾽ ἐς τόδ᾽ ἱκέσθαι
τῆς μοίρης: ἐτέων δ᾽ οὐ φθόνος % † ἰσοσίη.
καὶ πόσιας καὶ τέκνα φιλήσαμεν αἱ δὲ παλαιαὶ
πρῶθ᾽ ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα.