dionysius
πρώιος, ἀλλὰ ποθεινὸς ὅσοι πόλιν Ἰαλύσοιο
ναίομεν, εἰς Λήθης πικρὸν ἔδυς πέλαγος,
δρεψάμενος σοφίην ὀλίγον χρόνον ἀμφὶ δὲ τύμβῳ
σεῖο καὶ ἀκλαυτοι γλαῦκες ἔθεντο γόον,
Φαινόκριτ᾽ οὐδὲν ὅμοιον ἐπεσσομένοισιν ἀοιδὸς
φθέγξεται, ἀνθρώπους ἄχρι φέρωσι πόδες. [p. 382]