alexander
Σάρδιες ἀρχαῖαι, πατέρων νομός, εἰ μὲν ἐν ὑμῖν
ἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ βακέλας
χρυσοφόρος, ῥήσσων καλὰ τύμπανα: νῦν δέ μοι Ἀλκμὰν
οὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος,
καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννων
θῆκαν Δασκύλεω μείζονα καὶ Γύγεω.