palladas
Γέσσιον ὡς ἐνόησεν ὁ Βαύκαλος ἄρτι θανόντα
χωλεύοντα πλέον, τοῖον ἔλεξεν ἔπος:
Γέσσιε, πῶς, τί παθὼν κατέβης δόμον Ἄϊδος εἴσω
γυμνός, ἀκήδεστος, σχήματι καινοτάφῳ ;
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη καὶ Γέσσιος εὐθύς:
‘ Βαύκαλε, τὸ στρῆνος καὶ θάνατον παρέχει.’