archias
Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων,
ὃς βαθὺ πορθμεύεις τοῦτ᾽ Ἀχέροντος ὕδωρ,
εἰ καί σοι βέβριθεν ὑπ᾽ εἰδώλοισι καμόντων
ὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα. [p. 42]
ὄλπην καὶ σκίπωνα φέρω, καὶ διπλόον εἷμα,
καὶ πήρην, καὶ σοὶ ναυτιλίης ὀβολόν.
καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω,
εἶχον: ὑπ᾽ ἠελίου δ᾽ οὔ τι λέλοιπα φάει.