sophronius
1 Τύμβε, τίς ἢ πόθεν, ἦν δ᾽ ἔτι παῖς τίνος, ἔργα καὶ ὄλβον,
νεκρός, ὃν ἔνδον ἔχεις, ἔννεπε, κευθόμενον.
2 οὗτος Ἰωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθη
εὐγενέος Στεφάνου: ἦν δὲ νομεὺς Φαρίης.
κτήμασι μὲν πολύολβος ὅλων πλέον ὧν τρέφε Κύπρος,
ἐκ πατέρος πατέρων, ἐξ ὁσίων τε πόνων
ἔργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονὶ τεῦξεν,
οὐδ᾽ ἐμοῦ ἐστι νόου, οὐδ᾽ ἑτέρων στομάτων
πάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάταις ἀρετῇσι
δόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων.
τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη,
εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτης. [p. 362]