leonidas
μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃ
νηί: κρατεῖ παντὸς δούρατος εἷς ἄνεμος.
ὤλεσε καὶ Πρόμαχον πνοιὴ μία, κῦμα δ᾽ ἓν αὔτως
ἀθρόον ἐς κοίλην ἐστυφέλιξεν ἅλα.
οὐ μὴν οἱ δαίμων πάντῃ κακός: ἀλλ᾽ ἐνὶ γαίῃ
πατρίδι καὶ τύμβου καὶ κτερέων ἔλαχεν
κηδεμόνων ἐν χερσίν, ἐπεὶ τρηχεῖα θάλασσα
νεκρὸν πεπταμένους θῆκεν ἐπ᾽ αἰγιαλούς.