antipater
Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷ
ἄρσενι γυμνήτην ἐξεπόνει βίοτον, [p. 40]
ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμ᾽ ἐφοίτα
σκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας.
ἀλλὰ τάφου τοῦδ᾽ ἐκτὸς ἴτ᾽, ἄφρονες, ὡς ὁ Σινωπεὺς
ἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ.