bianor
ὕστατον ἐθρήνησε τὸν ὠκύμορον Κλεαρίστη
παῖδα, καὶ ἀμφὶ τάφῳ πικρὸν ἔπαυσε βίον
κωκύσασα γὰρ ὅσσον ἐχάνδανε μητρὸς ἀνίη,
οὐκέτ᾽ ἐπιστρέψαι πνεύματος ἔσχε τόνους.
θηλύτεραι, τί τοσοῦτον ἐμετρήσασθε τάλαιναι
θρῆνον, ἵνα κλαύσητ᾽ ἄχρι καὶ Ἀίδεω;