crinagoras
ἠρνήσαντο καὶ ἄλλαι ἑὸν πάρος οὔνομα νῆσοι
ἀκλεές, ἐς δ᾽ ἀνδρῶν ἦλθον ὁμωνυμίην:
κληθείητε καὶ ὔμμες Ἐρωτίδες: οὐ νέμεσίς τοι,
ὀξεῖαι, ταύτην κλῆσιν ἀμειψαμέναις.
παιδὶ γάρ, ὃν τύμβῳ Δίης ὑπεθήκατο βώλου,
οὔνομα καὶ μορφὴν αὐτὸς ἔδωκεν Ἔρως.
ὦ χθὼν σηματόεσσα, καὶ ἡ παρὰ θινὶ θάλασσα,
παιδὶ σὺ μὲν κούφη κεῖσο, σὺ δ᾽ ἡσυχίη.