diodorus zonas
ἡμιτελῆ θάλαμόν τε καὶ ἐγγύθι νυμφικὰ λέκτρα,
κοῦρε, λιπὼν ὀλοὴν οἶμον ἔβης Ἀίδου:
Θύνιον Ἀστακίην δὲ μάλ᾽ ἤκαχες, ἥ σε μάλιστα
οἰκτρὰ τὸν ἡβητὴν κώκυεν ἠίθεον,
Ἱππάρχου κλαίουσα κακὸν μόρον, εἴκοσι ποίας
μοῦνον ἐπεὶ βιότου πλήσαο καὶ πίσυρας.