agathias scholasticus
ναὶ μὰ τὸν ἐν γαίῃ πύματον δρόμον, οὔτε μ᾽ ἄκοιτις
ἔστυγεν, οὔτ᾽ αὐτὸς Θεύδοτος Εὐγενίης
ἐχθρὸς ἑκὼν γενόμην ἀλλὰ φθόνος ἠέ τις ἄτη
ἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην.
νῦν δ᾽ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντες
ἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα. [p. 320]