agathias scholasticus
μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα,
μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης, [p. 316]
οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν,
θεσμῶν τ᾽ Αὐσονίων ἐλπίδα μαψιδέην,
ἑβδόματον δέκατόν τε λαχὼν ἔτος: ἐς δὲ κονίην
ἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη.
καὶ τὸν μὲν κατέχει χθόνιος τάφος: ἀντὶ δ᾽ ἐκείνου
οὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.