leontius minotaurus
Πέτρου ὁρᾷς ῥητῆρος ἀεὶ γελόωσαν ὀπωπήν,
ἐξόχου εἰν ἀγοραῖς, ἐξόχου. ἐν φιλίῃ.
ἐν δὲ Διωνύσου θηεύμενος ὤλετο μοῦνος,
ὑψόθεν ἐκ τέγεος σὺν πλεόνεσσι πεσών,
βαιὸν ἐπιζήσας, ὅσον ἤρκεσε. τοῦτον ἔγωγε
ἄγριον οὐ καλέω, τὸν δὲ φύσει θάνατον.