agathias scholasticus
θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ:
μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους:
ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων,
οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.
οἰκτρὰ δ᾽ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροι
κείμενον, οὗ θιάσου κόσμον ὀδυρόμενοι:
ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ,
αἰαῖ, τὸν λαγόνων μόχθον ἐπισταμένη.
ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶς
ἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.