Julianus
ἡ Φύσις ὠδίνασα πολὺν χρόνον ἀνέρ᾽ ἔτικτεν
ἄξιον εἰς ἀρετὴν τῶν προτέρων ἐτέων, [p. 302]
τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα, τὸν καὶ ἀνιγροῖς
κινήσαντα γόῳ δάκρυον ἀντιπάλοις.
εἰ δὲ νέος τέθνηκεν, ὑπέρτερα νήματα Μοίρης
μέμφεο, βουλομένης κόσμον ἄκοσμον ἔχειν.