philippus
Λατύπος Ἀρχιτέλης Ἀγαθάνορι παιδὶ θανόντι
χερσὶν ὀιζυραῖς ἡρμολόγησε τάφον,
αἰαῖ, πέτρον ἐκεῖνον, ὃν οὐκ ἐκόλαψε σίδηρος,
ἀλλ᾽ ἐτάκη πυκινοῖς δάκρυσι τεγγόμενος..
φεῦ, στήλη φθιμένῳ κούφη μένε, κεῖνος ἵν᾽ εἴπῃ:
‘ ὄντως πατρῴη χεὶρ ἐπέθηκε λίθον.’