statyllius flaccus
Ἕβρου χειμερίοις ἀταλὸς κρυμοῖσι δεθέντος
κοῦρος ὀλισθηροῖς ποσσὶν ἔθραυσε πάγον, [p. 292]
τοῦ παρασυρομένοιο περιρραγὲς αὐχέν᾽ ἔκοψεν
θηγαλέον ποταμοῦ Βιστονίοιο τρύφος.
καὶ τὸ μὲν ἡρπάσθη δίναις μέρος: ἡ δὲ τεκοῦσα
λειφθὲν ὕπερθε τάφῳ μοῦνον ἔθηκε κάρα.
μυρομένη δὲ τάλαινα, ‘ τέκος, τέκος,’ εἶπε,
τὸ
μέν σου
πυρκαϊή, τὸ δέ σου πικρὸν ἔθαψεν ὕδωρ.