leonidas
Πάρμις ὁ Καλλιγνώτου ἐπακταῖος καλαμευτής,
ἄκρος καὶ κίχλης καὶ σκάρου ἰχθυβολεύς, [p. 274]
καὶ λάβρου πέρκης δελεάρπαγος, ὅσσα τε κοίλας
σήραγγας πέτρας τ᾽ ἐμβυθίους νέμεται,
ἄγρης ἐκ πρώτης ποτ᾽ ἰουλίδα πετρήεσσαν
δακνάζων, ὀλοὴν ἐξ ἁλὸς ἀράμενος,
ἔφθιτ᾽ ὀλισθηρὴ γὰρ ὑπ᾽ ἐκ χερὸς ἀίξασα
ᾤχετ᾽ ἐπὶ στεινὸν παλλομένη φάρυγα.
χὠ μὲν μηρίνθων καὶ δούνακος ἀγκίστρων τε
ἐγγὺς ἀπὸ πνοιὴν ἧκε κυλινδόμενος,
νήματ᾽ ἀναπλήσας ἐπιμοίρια: τοῦ δὲ θανόντος
Γρίπων ὁ γριπεὺς τοῦτον ἔχωσε τάφον.