simonides
ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστρον
τῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν, [p. 270]
μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης,
ἄγκεα νιφομένης ἀμφὶ Μεθουριάδος.
νῦν δ᾽ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς: οἱ δὲ βαρεῖαν
ναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.