anyte
Ὠχόμεθ᾽, ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστων
τὰν ἄνομον Γαλατᾶν κύπριν ἀναινόμεναι,
παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰς
Κελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης.
οὐ γὰρ ἐμείναμεν ἅμμα τὸ δυσσεβὲς οὐδ᾽ Ὑμέναιον
νυμφίον, ἀλλ᾽ Ἀίδην κηδεμόν᾽ εὑρόμεθα. [p. 268]