dioscorides
τῆς Σαμίης τὸ μνῆμα Φιλαινίδος: ἀλλὰ προσειπεῖν
τλῆθί με, καὶ στήλης πλησίον, ὦνερ, ἴθι.
οὐκ εἴμ᾽ ἡ τὰ γυναιξὶν ἀναγράψασα προσάντη
ἔργα, καὶ Αἰσχύνην οὐ νομίσασα θεὸν [p. 246]
ἀλλὰ φιλαιδήμων, ναὶ ἐμὸν τάφον εἰ δέ τις ἡμέας
αἰσχύνων λαμυρὴν ἔπλασεν ἱστορίην,
τοῦ μὲν ἀναπτύξαι χρόνος οὔνομα: τἀμὰ δὲ λυγρὴν
ὀστέα τερφθείη κληδόν᾽ ἀπωσαμένης.