anonymi epigrammatici
εἰ καὶ δακρυόεις, Εὐριπίδη, εἷλέ σε πότμος,
καί σε λυκορραῖσται δεῖπνον ἔθεντο κύνες,
τὸν σκηνῇ μελίγηρυν ἀηδόνα, κόσμον Ἀθηνῶν,
τὸν σοφίῃ Μουσέων μιξάμενον χάριτα,
ἀλλ᾽ ἔμολες Πελλαῖον ὑπ᾽ ἠρίον, ὡς ἂν ὁ λάτρις
Πιερίδων ναίῃς ἀγχόθι Πιερίδων. [p. 30]