theaetetus
χείματος οἰνωθέντα τὸν Ἀνταγόρεω μέγαν οἶκον
ἐκ νυκτῶν ἔλαθεν πῦρ ὑπονειμάμενον
ὀγδώκοντα δ᾽ ἀριθμὸν ἐλεύθεροι ἄμμιγα δούλοις
τῆς ἐχθρῆς ταύτης πυρκαϊῆς ἔτυχον.
οὐκ εἶχον διελεῖν προσκηδέες ὀστέα χωρίς:
ξυνὴ δ᾽ ἦν κάλπις, ξυνὰ δὲ τὰ κτέρεα:
εἷς καὶ τύμβος ἀνέστη: ἀτὰρ τὸν ἕκαστον ἐκείνων
οἶδε καὶ ἐν τέφρᾐ ῥηιδίως Ἀίδης.