alcaeus
δίζημαι κατὰ θυμὸν ὅτου χάριν ἁ παροδῖτις
δισσάκι φῖ μοῦνον γράμμα λέλογχε πέτρος,
λαοτύποις σμίλαις κεκολαμμένον. ἆρα γυναικὶ
τᾷ χθονὶ κευθομένᾳ Χιλιὰς ἦν ὄνομα;
τοῦτο γὰρ ἀγγέλλει κορυφούμενος εἰς ἓν ἀριθμός.
ἢ τὸ μὲν εἰς ὀρθὰν ἀτραπὸν οὐκ ἔμολεν,
ἁ δ᾽ οἰκτρὸν ναίουσα τόδ᾽ ἠρίον ἔπλετο Φιδίς;
νῦν Σφιγγὸς γρίφους Οἰδίπος ἐφρασάμην.
αἰνετὸς οὑκ δισσοῖο καμὼν αἴνιγμα τύποιο,
φέγγος μὲν ξυνετοῖς, ἀξυνέτοις δ᾽ ἔρεβος [p. 236]