antipater
ἁ στάλα, φέρ᾽ ἴδω, τίν᾽ ἔχει νέκυν. ἀλλὰ δέδορκα
γράμμα μὲν οὐδέν πω τμαθὲν ὕπερθε λίθου,
ἐννέα δ᾽ ἀστραγάλους πεπτηότας: ὧν πίσυρες μὲν
πρᾶτοι Ἀλεξάνδρου μαρτυρέουσι βόλον,
οἱ δὲ τὸ τᾶς νεότατος ἐφήλικος ἄνθος, ἔφηβον,
εἷς δ᾽ ὅ γε μανύει Χῖον ἀφαυρότερον.
ἦ ῥα τόδ᾽ ἀγγέλλοντι, Καὶ ὁ σκάπτροισι μεγαυχὴς
χὠ θάλλων ἥβᾳ τέρμα τὸ μηδὲν ἔχει;
ἢ τὸ μὲν οὔ: δοκέω δὲ ποτὶ σκοπὸν ἰθὺν ἐλάσσειν
ἰόν, Κρηταιεὺς ὥς τις ὀιστοβόλος.
ἦς ὁ θανὼν Χῖος μέν, Ἀλεξάνδρου δὲ λελογχὼς
οὔνομ᾽, ἐφηβαίῃ δ᾽ ὤλετ᾽ ἐν ἁλικίᾳ.
ὡς εὖ τὸν φθίμενον νέον ἄκριτα καὶ τὸ κυβευθὲν
πνεῦμα δι᾽ ἀφθέγκτων εἶπέ τις ἀστραγάλων.