leonidas
τί στοχασώμεθά σου, Πεισίστρατε, χῖον ὁρῶντες
γλυπτὸν ὑπὲρ τύμβου κείμενον ἀστράγαλον;
ἦ ῥά γε μὴ ὅτι Χῖος; ἔοικε γάρ: ἢ ῥ᾽ ὅτι παίκτας
ἦσθά τις, οὐ λίην δ᾽, ὦ 'γαθέ, πλειστοβόλος;
ἢ τὰ μὲν οὐδὲ σύνεγγυς, ἐν ἀκρήτῳ δὲ κατέσβης
Χίῳ; ναὶ δοκέω, τῷδε προσηγγίσαμεν.