diotimus
ἐλπίδες ἀνθρώπων, ἐλαφραὶ θεαὶ — οὐ γὰρ ἂν ὧδε
Λέσβον᾽ ὁ λυσιμελὴς ἀμφεκάλυψ᾽ Ἀίδης,
ὅς ποτε καὶ βασιλῆι συνέδραμε, — ναὶ μετ᾽ Ἐρώτων
χαίρετε κουφόταται δαίμονες ἀθανάτων.
αὐλοὶ δ᾽ ἄφθεγκτοι καὶ ἀπευθέες, οἷς ἐνέπνευσε,
κεῖσθ᾽, ἐπεὶ οὐ θιάσους ... οἶδ᾽ Ἀχέρων. [p. 228]