anonymi epigrammatici
ἆ μέγα Βαττιάδαο σοφοῦ περίπυστον ὄνειαρ,
ἦ ῥ᾽ ἐτεὸν κεράων, οὐδ᾽ ἐλέφαντος ἔης.
τοῖα γὰρ ἄμμιν ἔφηνας, ἅτ᾽ οὐ πάρος ἀνέρες ἴδμεν,
ἀμφί τε ἀθανάτους, ἀμφί τε ἡμιθέους,
εὖτέ μιν ἐκ Λιβύης ἀναείρας εἰς Ἑλικῶνα
ἤγαγες ἐν μέσσαις Πιερίδεσσι φέρων
αἱ δ᾽ οἱ εἰρομένῳ ἀμφ᾽ ὠγυγίων ἡρώων
αἴτια καὶ μακάρων εἶρον ἀμειβόμεναι.